Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.90.3 | Hdt. 3.91.3 (English) | >>Hdt. 3.93.2 |
3.91.1
ἀπὸ δὲ Ποσιδηίου πόλιος , τὴν Ἀμφίλοχος ὁ Ἀμφιάρεω οἴκισε ἐπʼ οὔροισι τοῖσι Κιλίκων τε καὶ Σύρων , ἀρξάμενος ἀπὸ ταύτης μέχρι Αἰγύπτου , πλὴν μοίρης τῆς Ἀραβίων (ταῦτα γὰρ ἦν ἀτελέα ), πεντήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν . ἔστι δὲ ἐν τῷ νομῷ τούτῳ Φοινίκη τε πᾶσα καὶ Συρίη ἡ Παλαιστίνη καλεομένη καὶ Κύπρος · νομὸς πέμπτος οὗτος .
3.91.2 ἀπʼ Αἰγύπτου δὲ καὶ Λιβύων τῶν προσεχέων Αἰγύπτῳ καὶ Κυρήνης τε καὶ Βάρκης (ἐς γὰρ τὸν Αἰγύπτιον νομὸν αὗται ἐκεκοσμέατο ) ἑπτακόσια προσήιε τάλαντα , πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου , τὸ ἐγίνετο ἐκ τῶν ἰχθύων ·
3.91.3 τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ ἐπιμετρουμένου σίτου προσήιε ἑπτακόσια τάλαντα · σίτου γὰρ δύο καὶ δέκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι καὶ τοῖσι τούτων ἐπικούροισι . νομὸς ἕκτος οὗτος .
3.91.4 Σατταγύδαι δὲ καὶ Γανδάριοι καὶ Δαδίκαι τε καὶ Ἀπαρύται ἐς τὠυτὸ τεταγμένοι ἑβδομήκοντα καὶ ἑκατὸν τάλαντα προσέφερον · νομὸς δὲ οὗτος ἕβδομος . ἀπὸ Σούσων δὲ καὶ τῆς ἄλλης Κισσίων χώρης τριηκόσια · νομὸς ὄγδοος οὗτος .
ch. 92
3.92.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.90.3 | Hdt. 3.91.3 (English) | >>Hdt. 3.93.2 |